Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.115 Joseph. AJ 9.121 (English) >>Joseph. AJ 9.125

9.119καὶ Ἰώραμος μὲν εὐθὺς πεσὼν ἐπὶ γόνυ τὴν ψυχὴν ἀφῆκεν, Ἰηοῦς δὲ προσέταξε Βαδάκῳ τῷ τῆς τρίτης μοίρας ἡγεμόνι ῥῖψαι τὸν Ἰωράμου νεκρὸν εἰς τὸν ἀγρὸν τὸν Ναβώθου ἀναμνήσας αὐτὸν τῆς Ἠλία προφητείας, ἣν Ἀχάβῳ τῷ πατρὶ αὐτοῦ τὸν Νάβωθον ἀποκτείναντι προεφήτευσεν, ὡς ἀπολεῖται αὐτός τε καὶ τὸ γένος αὐτοῦ ἐν τῷ ἐκείνου χωρίῳ· 9.120ταῦτα γὰρ καθεζόμενος ὄπισθεν τοῦ ἅρματος Ἀχάβου λέγοντος ἀκοῦσαι τοῦ προφήτου. καὶ δὴ τοῦτο συνέβη γενέσθαι κατὰ τὴν πρόρρησιν τὴν ἐκείνου. πεσόντος δὲ Ἰωράμου δείσας περὶ τῆς αὑτοῦ σωτηρίας Ὀχοζίας τὸ ἅρμα εἰς ἑτέραν ὁδὸν ἐξένευσε λήσεσθαι τὸν Ἰηοῦν ὑπολαβών. 9.121 δʼ ἐπιδιώξας καὶ καταλαβὼν ἔν τινι προσβάσει τοξεύσας ἔτρωσε, καταλιπὼν δὲ τὸ ἅρμα καὶ ἀναβὰς ἵππῳ φεύγει τὸν Ἰηοῦν εἰς Μαγιαδδὼ κἀκεῖ θεραπευόμενος μετʼ ὀλίγον ἐκ τῆς πληγῆς τελευτᾷ. κομισθεὶς δʼ εἰς Ἱεροσόλυμα τῆς ἐκεῖ ταφῆς τυγχάνει βασιλεύσας μὲν ἐνιαυτὸν ἕνα, πονηρὸς δὲ καὶ χείρων τοῦ πατρὸς γενόμενος. 9.122

Τοῦ δὲ Ἰηοῦ εἰσελθόντος εἰς τὰ Ἱεζέρελα κοσμησαμένη Ἰεζαβέλα καὶ στᾶσα ἐπὶ τοῦ πύργουκαλός, εἶπε, δοῦλος ὃς ἀποκτείνει τὸν δεσπότην.” δὲ ἀναβλέψας πρὸς αὐτὴν ἐπυνθάνετο τίς εἴη καὶ καταβᾶσαν ἥκειν πρὸς αὑτὸν ἐκέλευσεν καὶ τέλος τοῖς εὐνούχοις προσέταξεν αὐτὴν ἀπὸ τοῦ πύργου βαλεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.115 Joseph. AJ 9.121 (English) >>Joseph. AJ 9.125

Powered by PhiloLogic